John 3:6-8

6τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 7μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς γεγεννημένος ἐκ τοῦ πνεύματος.

Titus 3:5

5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ
 ἃ = WH Treg NA/NIV: || ὧν = RP
ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ
 τὸ αὐτοῦ ἔλεος = WH Treg NA/NIV: || τὸν αὐτοῦ ἔλεον = RP
τὸ αὐτοῦ ἔλεος ⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,

1 John 2:28-29

28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα
 ἐὰν = WH Treg NA/NIV: || ὅταν = RP
ἐὰν φανερωθῇ
 σχῶμεν = WH Treg NA/NIV: || ἔχῶμεν = RP
σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε
 ὅτι = WH RP: || ὅτι καὶ = NA/NIV Treg
ὅτι πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

Copyright information for SBLG